Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.138 Joseph. AJ 12.142 (English) >>Joseph. AJ 12.146

12.140πρῶτον δʼ αὐτοῖς ἐκρίναμεν διὰ τὴν εὐσέβειαν παρασχεῖν εἰς τὰς θυσίας σύνταξιν κτηνῶν τε θυσίμων καὶ οἴνου καὶ ἐλαίου καὶ λιβάνου ἀργυρίου μυριάδας δύο καὶ σεμιδάλεως ἀρτάβας ἱερᾶς κατὰ τὸν ἐπιχώριον νόμον πυρῶν μεδίμνους χιλίους τετρακοσίους ἑξήκοντα καὶ ἁλῶν μεδίμνους τριακοσίους ἑβδομηκονταπέντε. 12.141τελεῖσθαι δʼ αὐτοῖς ταῦτα βούλομαι, καθὼς ἐπέσταλκα, καὶ τὸ περὶ τὸ ἱερὸν ἀπαρτισθῆναι ἔργον τάς τε στοὰς κἂν εἴ τι ἕτερον οἰκοδομῆσαι δέοι· δὲ τῶν ξύλων ὕλη κατακομιζέσθω ἐξ αὐτῆς τε τῆς Ἰουδαίας καὶ ἐκ τῶν ἄλλων ἐθνῶν καὶ ἐκ τοῦ Λιβάνου μηδενὸς πρασσομένου τέλος. ὁμοίως δὲ καὶ τοῖς ἄλλοις, ἐν οἷς ἂν ἐπιφανεστέραν γίγνεσθαι τὴν τοῦ ἱεροῦ ἐπισκευὴν δέῃ. 12.142πολιτευέσθωσαν δὲ πάντες οἱ ἐκ τοῦ ἔθνους κατὰ τοὺς πατρίους νόμους, ἀπολυέσθω δʼ γερουσία καὶ οἱ ἱερεῖς καὶ γραμματεῖς τοῦ ἱεροῦ καὶ ἱεροψάλται ὧν ὑπὲρ τῆς κεφαλῆς τελοῦσιν καὶ τοῦ στεφανιτικοῦ φόρου καὶ τοῦ περὶ τῶν ἄλλων. 12.143ἵνα δὲ θᾶττον πόλις κατοικισθῇ, δίδωμι τοῖς τε νῦν κατοικοῦσιν καὶ κατελευσομένοις ἕως τοῦ Ὑπερβερεταίου μηνὸς ἀτελέσιν εἶναι μέχρι τριῶν ἐτῶν. 12.144ἀπολύομεν δὲ καὶ εἰς τὸ λοιπὸν αὐτοὺς τοῦ τρίτου μέρους τῶν φόρων, ὥστε αὐτῶν ἐπανορθωθῆναι τὴν βλάβην. καὶ ὅσοι ἐκ τῆς πόλεως ἁρπαγέντες δουλεύουσιν, αὐτούς τε τούτους καὶ τοὺς ὑπʼ αὐτῶν γεννηθέντας ἐλευθέρους ἀφίεμεν καὶ τὰς οὐσίας αὐτοῖς ἀποδίδοσθαι κελεύομεν.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.138 Joseph. AJ 12.142 (English) >>Joseph. AJ 12.146

Powered by PhiloLogic